Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.164 Dem. 21.167 (English) >>Dem. 21.170

21.166ἀλλʼ οὐχ ἵππαρχος Μειδίας, ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν λιπών, οὗ δίκην ὀφείλει τῇ πόλει δοῦναι, τοῦτʼ ἐν εὐεργεσίας ἀριθμήσει μέρει. καίτοι τὴν τοιαύτην τριηραρχίαν, πρὸς θεῶν, πότερον τελωνίαν καὶ πεντηκοστὴν καὶ λιποτάξιον καὶ στρατείας ἀπόδρασιν καὶ πάντα τὰ τοιαῦθʼ ἁρμόττει καλεῖν, φιλοτιμίαν; οὐδένα γὰρ τρόπον ἄλλον ἐν τοῖς ἱππεῦσιν αὑτὸν ἀτελῆ ποιῆσαι στρατείας δυνάμενος ταύτην εὕρηκε Μειδίας καινὴν ἱππικήν τινα πεντηκοστήν. 21.167καὶ γὰρ αὖ τοῦτο. τῶν ἄλλων ἁπάντων τῶν ἐπιδόντων τριηράρχων παραπεμπόντων ὑμᾶς ὅτε δεῦρʼ ἀπεπλεῖτʼ ἐκ Στύρων, μόνος οὗτος οὐ παρέπεμπεν, ἀλλʼ ἀμελήσας ὑμῶν χάρακας καὶ βοσκήματα καὶ θυρώμαθʼ ὡς αὑτὸν καὶ ξύλʼ εἰς τὰ ἔργα τὰ ἀργύρειʼ ἐκόμιζεν, καὶ χρηματισμός, οὐ λῃτουργία γέγονεν τριηραρχία τῷ καταπτύστῳ τούτῳ. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω σύνιστε μὲν τὰ πολλὰ τούτων, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ. 21.168Μάρτυρες

Κλέων Σουνιεύς, Ἀριστοκλῆς Παιανιεύς, Πάμφιλος, Νικήρατος Ἀχερδούσιος, Εὐκτήμων Σφήττιος, καθʼ ὃν καιρὸν ἐκ Στύρων ἀπεπλέομεν δεῦρο τῷ στόλῳ παντί, ἐτύχομεν τριηραρχοῦντες καὶ αὐτοὶ καὶ Μειδίας νῦν κρινόμενος ὑπὸ Δημοσθένους, μαρτυροῦμεν. παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει, καὶ τῶν τριηράρχων ἐχόντων παράγγελμα μὴ χωρίζεσθαι ἕως ἂν δεῦρο καταπλεύσωμεν, Μειδίας ὑπολειφθεὶς τοῦ στόλου, καὶ γεμίσας τὴν ναῦν ξύλων καὶ χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν, κατέπλευσεν εἰς Πειραιᾶ μόνος μεθʼ ἡμέρας δύο, καὶ οὐ συγκατέστησε τὸν στόλον μετὰ τῶν ἄλλων τριηράρχων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.164 Dem. 21.167 (English) >>Dem. 21.170

Powered by PhiloLogic